Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.189 Joseph. AJ 9.194 (English) >>Joseph. AJ 9.199

9.192Ἀμασίου δʼ ἐν τούτοις ὑπάρχοντος οἱ τῶν Ἰσραηλιτῶν οὓς ἀπέλυσε μισθωσάμενος ἀγανακτήσαντες ἐπὶ τούτῳ καὶ νομίσαντες ὕβριν εἶναι τὴν ἀπόλυσιν, οὐ γὰρ ἂν τοῦτο παθεῖν μὴ κατεγνωσμένους, ἐπῆλθον αὐτοῦ τῇ βασιλείᾳ καὶ μέχρι Βηθσεμήρων προελθόντες διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν. 9.193

Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δʼ ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους σεβόμενος διετέλει. 9.194προσελθὼν δὲ προφήτης αὐτῷ θαυμάζειν ἔλεγεν, εἰ τούτους ἡγεῖται θεούς, οἳ τοὺς ἰδίους παρʼ οἷς ἐτιμῶντο μηδὲν ὤνησαν μηδʼ ἐκ χειρῶν ἐρρύσαντο τῶν ἐκείνου, ἀλλʼ ὑπερεῖδον πολλούς τε αὐτῶν ἀπολλυμένους καὶ αὑτοὺς αἰχμαλωτισθέντας· κεκομίσθαι γὰρ εἰς Ἱεροσόλυμα τούτῳ τῷ τρόπῳ, καθὼς ἄν τις τῶν πολεμίων τινὰ ζωγρήσας ἤγαγεν. 9.195τῷ δὲ βασιλεῖ ταῦτʼ ὀργὴν ἐκίνησε καὶ προσέταξεν ἡσυχίαν ἄγειν τὸν προφήτην ἀπειλήσας αὐτὸν κολάσειν, ἂν πολυπραγμονῇ. καὶ μὲν ἡσυχάζειν εἶπεν, οὐκ ἀμελήσειν δὲ ὧν ἐπικεχείρηκε νεωτερίζων τὸν θεὸν προύλεγεν. 9.196Ἀμασίας δὲ κατέχειν ἑαυτὸν ἐπὶ ταῖς εὐπραγίαις οὐ δυνάμενος, ἃς παρὰ τοῦ θεοῦ λαβὼν εἰς αὐτὸν ἐξύβριζεν, ἀλλὰ φρονηματισθεὶς ἔγραψεν Ἰωάσῳ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ κελεύων ὑπακούειν αὐτῷ σὺν ἅπαντι τῷ λαῷ, ὡς καὶ πρότερον ὑπήκουσε τοῖς προγόνοις αὐτοῦ Δαυίδῃ καὶ Σολόμωνι, μὴ βουλόμενον εὐγνωμονεῖν εἰδέναι πολέμῳ περὶ τῆς ἀρχῆς διακριθησόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.189 Joseph. AJ 9.194 (English) >>Joseph. AJ 9.199

Powered by PhiloLogic